DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
18

περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως· μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν καὶ ἀπόρρητος γίνεται θυσία. λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς θυσία νενόμισται. τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως πεταλίδων δέ τοι συῶν ... μορφαῖς ταῖσδε πόλλʼ ἐπάιον. πεταλίδας δʼ αὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων· οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων, ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι. παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν· οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι (ὅπερ ἐστὶ σιτίζεσθαι. Σώφρων· βόες δὲ λαρινεύονται) ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἀπὸ τοῦ βουκολοῦντος αὐτάς· Λαρῖνος δʼ οὗτος ἐκαλεῖτο.
Kaibel Dialogi Personae
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License