DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
16

τὸν δʼ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει· Λήδα, σὸν ἔργον· δεῖ σʼ ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους, ἐπὶ τῷδʼ ἐπῴζουσʼ, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδʼ ὄρνεον. Στράττις Ψυχασταῖς· αἱ δʼ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μίκρʼ ὀρνίθια. Ἀναξανδρίδης Τηρεῖ· ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦσʼ ἄσμενοι. ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε· Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφʼ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δʼ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας. λέγεται δʼ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ. καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως· ἄχθομαι δʼ ἀπολωλεκὼς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα. καὶ Ἀριστοφάνης Δαιδάλῳ· ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών. καὶ πάλιν· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι· νῦν δὲ πῶς με χρὴ καλεῖν; Β. ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα. λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ἱμερόφωνʼ ἀλέκτωρ ἔφη Κρατῖνος Ὥραις· ὥσπερ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ. εἴρηται δʼ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ σ τὴν εὐθεῖαν ἐκφέρει· ἁλιπόρφυρος εἴαρος ὄρνις. καὶ τὴν γενικήν· οἶδα δʼ ὀρνίχων νόμως πάντων.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License