DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
15

ΟΡΝΕΙΣ. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις (οὕτως δʼ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα λάχανα, κνιστὰ στέμφυλα), Μυρτίλος ἔφη· ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος (καὶ Χρύσιππος δʼ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως· καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον), ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας· τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπʼ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι· ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο. καὶ ἀλλαχόθι θηλυκῶς ὄρνιθι λιγυρῇ. καί· ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακʼ, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ. Μένανδρος δʼ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως· ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετʼ ἔξω, φησί, τὰς ὄρνιθας ἀφʼ ἡμῶν; καὶ πάλιν· αὕτη ποτʼ ἐξεσόβησε τὰς ὄρνις μόλις. ὀρνίθια δʼ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως· τἄλλα πάντʼ ὀρνίθια. ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα. αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι· ὄρνιθα φοινικόπτερον. καὶ πάλιν· ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν. καὶ Σοφοκλῆς Ἀντηνορίδαις· ὄρνιθα καὶ κήρυκα καὶ διάκονον. Αἰσχύλος Καβείροις· ὄρνιθα δʼ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ. Ξενοφῶν δʼ ἐν δευτέρῳ Παιδείας· ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι. Μένανδρος Διδύμαις· ὄρνεις φέρων ἐλήλυθα. καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον· ἀλλὰ καὶ Ἀλκμάν πού φησι· ἄυσαν δʼ ἄπρακτα νεάνιδες ὥστʼ ὄρνις ἱέρακος ὑπερπταμένω. καὶ Εὔπολις ἐν Δήμοις· οὐ δεινὸν οὖν κριοὺς μὲν ἐκγεννᾶν τέκνα ὄρνις θʼ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License