DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
14

ΚΟΛΟΚΥΝΤΗ. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν Ὥραις χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις· ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, ....., κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δʼ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. ὑρίσους δʼ ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων· ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν, ὥστʼ οὐκ ἔτʼ οὐδεὶς οἶδʼ ὁπηνίκʼ ἐστὶ τοὐνιαυτοῦ. .... μέγιστον ἀγαθόν, εἴπερ ἔστι διʼ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. Β. κακὸν μὲν οὖν μέγιστον· εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδʼ ἂν ἐδαπανῶντο. ἐγὼ δὲ τοῦτʼ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν. τούτοις δʼ ὑπάρχει ταῦτʼ, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν. Β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής, τιητί; Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντʼ Ἀθηνῶν. ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες· χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ. ἐτύγχανον δʼ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι. καὶ Οὐλπιανὸς ἔφη· Νίκανδρος Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας· οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν· λέγει δʼ οὕτως· αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις, ἠέρι δὲ ξήρανον· ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρʼ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν ἀεργέες, ἔνθα τε μέτρια ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας αὐλοτέροις καυλοῖς τε μιγήμεναι εὐφαοριζη.
Kaibel Index Scriptorum
ARISTOPHANES
NICANDER

POLEMO
Kaibel Dialogi Personae
LARENSIS
VLPIANVS

Meineke Index Scriptorum
Nicander

Aristophanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License