DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
12

ΣΤΑΦΥΛΙΝΟΣ. οὗτος δριμύς ἐστι, φησὶν Δίφιλος, ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια· διὸ καὶ ὑπʼ ἐνίων φίλτρον καλεῖται. Νουμήνιος δʼ ἐν τῷ Ἁλιευτικῷ φησι· φύλλων δʼ ὅσσʼ ἄσπαρτα τά τʼ ἐρρίζωται ἀρούραις χείματος ἠδʼ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, ῥάφιν τʼ ἔμπεδον καὶ καυκαλίδʼ ἀγροιῶτιν. Νίκανδρος δʼ ἐν δευτέρῳ Γεωργικῶν φησιν· ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι πετραίου, σὺν δʼ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος, σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε· σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα ἠδʼ ὅπερ ὄρνιθος κλέεται γάλα. μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δʼ ἐν εʹ περὶ φυτῶν γράφει οὕτως· κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα. κἀν τῷ πρώτῳ δέ φησι· πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον. ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως· δρακόντιον, ἔνιοι ἄρον ἀρωνια. τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον (μέγας δʼ ἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος) εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς Δίφιλος ἱστορεῖ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License