DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
11

ΣΕΥΤΛΑ. τούτων φησὶν Θεόφραστος εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. δὲ σευτλὶς ἕτερον, φησί, τοῦ τεύτλου ἐστί. διὸ καὶ Δίφιλος κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ τὰ τεῦτλα τευτλίδας καλῶν. Εὔδημος δʼ ἐν τῷ περὶ λαχάνων δʹ γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον· τοῦτο δʼ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δʼ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως· ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δʼ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License