DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
10

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. Ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησίν· ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους ἕψειν τʼ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τε χναύειν τευθίσιν σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. Ἀντιφάνης δʼ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις· οἷα δʼ ἐστὶν οἶσθα νῦν· ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέριʼ, οὐ τάριχος οὐδʼ ἡδύσμασιν ἄρνεια καταπεπασμένʼ οὐδὲ θρυμματὶς τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γʼ ἕψουσι λιπαράς, θεοί, ἔτνος θʼ ἅμʼ αὐταῖς πίσινον. Δίφιλος δʼ ἐν Ἀπλήστῳ· ἥκει φερόμενʼ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατʼ, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματʼ οὐδὲ ταῖς ....... θλασταῖς ἐλάαις. Ἀλκαῖος Παλαίστρᾳ· ἤδη δʼ ἧψε χύτραν ῥαφάνων. Πολύζηλος δʼ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί· ὑψιπέταλοί τε κράμβαι συχναί.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License