DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
1

Δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ χευάντων· μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται ἐμοί τε καὶ σοί, Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, παρὰ τίνι κεῖται τὸ τακερόν; Οὐλπιανὸς ἔφη. καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησίν· ὀρύα, τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν. καὶ ἐν Κύκλωπι· χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός. μάθετε δὲ καὶ τοῦτο παρʼ ἐμοῦ, σοφώτατοι, ὅτι νῦν Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρʼ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δʼ ἐν Κωρύκῳ τις ἄλλος κύων· τῶν θαλαττίων δʼ ἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθʼ, ἅλας. ...... ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον, ἧδος νὴ Δίʼ οἰκίας τρόπον. Β. πῶς ἧδος; Α. οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθʼ αὑτὸ κατασκευάζονται ὀξύγαρον.
Kaibel Dialogi Personae
VLPIANVS

ZOILVS
Meineke Index Scriptorum
Epicharmus
Homerus
Nicander

Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License