DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
8

οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν γράφων οὕτως· ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ἐστιν δῖνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφʼ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. καὶ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δῖναν καὶ ἀποθεωρεῖ τὸ γινόμενον. μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης δῖνα καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον ὥστʼ ἐκπλήττεσθαι τὸ ἀόρατον τοῦ πράγματος, τῷ δὲ μεγέθει τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως μαντευόμενος περὶ ὧν ηὔξατο. φαίνονται δὲ ὀρφοί, γλαῦκοι, ἐνίοτε δὲ φάλλαιναι πρίστεις, πολλοὶ δὲ καὶ ἀόρατοι ἰχθῦς καὶ ξένοι τῇ ὄψει. Ἀρτεμίδωρος δʼ ἐν τῷ δεκάτῳ τῶν Γεωγραφουμένων λέγεσθαί φησιν ὑπὸ τῶν ἐπιχωρίων πηγὴν ἀναδίδοσθαι γλυκέος ὕδατος, ὅθεν συμβαίνειν δίνας γίνεσθαι· γίνεσθαι δὲ καὶ ἰχθύας ἐν τῷ δινάζοντι τόπῳ μεγάλους. τούτοις δὲ οἱ θυσιάζοντες ἐμβάλλουσιν ἀπαρχὰς τῶν θυσιαζομένων ἐπὶ ξυλίνων ὀβελίσκων ἀναπείροντες κρέα ἑφθὰ καὶ ὀπτὰ καὶ μάζας καὶ ἄρτους. ὀνομάζεται δὲ λιμὴν καὶ τόπος οὗτος Δῖνος.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Phylarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License