DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
7

οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς εἰπόντα καὶ περὶ πλήθους ἰχθύων τάδε· ὅτε Τρύφων Ἀπαμεὺς τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ περὶ Πτολεμαΐδα πόλιν καὶ ὡς Σαρπηδὼν ληφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιωτῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τῇ μάχῃ, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προαστείοις τῆς πόλεως.
Kaibel Index Scriptorum
POSIDONIVS

HERACLIDES
POLYCHARMVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License