DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
68

ὀνομάζουσι δʼ οἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα δεῖπνα, ἅπερ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων. Ἄλεξις γοῦν ἐν Τῇ εἰς τὸ φρέαρ φησί· νυνί τέ με δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντʼ. Β. ἐκεῖθεν; μανθάνω· ἐπιδόσιμον παρὰ τἄλλα τοῦτʼ ἔσται. Α. φιλῶ αἰσθητικὴν γραῦν. καὶ Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ· Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. Β. ποῖ; Α. ὅποι μʼ ἐρωτᾶς; ὡς Φιλουμένην, παρʼ τἀπιδόσιμʼ ἡμῖν ἐστιν· ἧς ἐχθὲς πιεῖν κυάθους ἀκράτου μʼ ἐβιάσω σὺ δώδεκα. οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα. ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι Θαλάττῃ οὕτως· συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον ἐβάδιζεν ὡς πρὸς ωφελην. τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ὅταν τις αὐτὸς αὑτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον εἴρηκεν ἐπὶ συμποσίου Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου φησὶν γάρ· ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον. καὶ Πλάτων δʼ ἔφη τοῖς τὸ σύνδειπνον ποιησαμένοις. καὶ Ἀριστοφάνης Γηρυτάδῃ· ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον. διόπερ τινὲς καὶ τὸ Σοφοκλέους δρᾶμα κατὰ τὸ οὐδέτερον ἐπιγράφειν ἀξιοῦσιν Σύνδειπνον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, ὡς Ἄλεξις ἐν Φιλοκάλῳ Νύμφαις· κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλʼ εὖ οἶδʼ ὅτι κυμινοπρίστης τρόπος ἐστί σου πάλαι. καὶ Ἔφιππος ἐν Γηρυόνῃ· καὶ συναγώγιμον συμπόσιον ἐπιπληροῦσιν. ἔλεγον δὲ συνάγειν καὶ τὸ μετʼ ἀλλήλων πίνειν καὶ συναγώγιον τὸ συμπόσιον. Μένανδρος Ἐμπιμπραμένῃ· καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας. εἶθʼ ἑξῆς ἔφη· ἐπλήρωσέν τε τὸ συναγώγιον. μήποτε δὲ τοῦτʼ ἐστὶ τὸ ἀπὸ συμβολῶν καλούμενον. τίνες δʼ εἰσὶν αἱ συμβολαὶ αὐτὸς Ἄλεξις ἐν Μανδραγοριζομένῃ σημαίνει διὰ τούτων· ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ. Ἀργεῖοι δʼ, ὡς ἐν τοῖς ὑπομνήμασί φησιν Ἡγήσανδρος· γράφει δʼ οὕτως· τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόντων εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License