καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν· εἶτʼ οὐχ ὅμοια πράττομεν καὶ θύομεν· ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τὸ κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτʼ ἀντανελεῖν τὴν ζημίαν. πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
|