DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
66

οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες· νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα, ἐπὶ νοῦν λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ῥυθμικὸς ὅστις δή ποτε· μηδὲ σύ γʼ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλʼ εὔκηλος τέρπου φρένα τέρπε τʼ ἐκεῖνον. νῦν δὲ τούτων μὲν οὐδʼ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων καὶ μεγάλων Ἔργων πεπαρῴδηται· ἡμῶν δʼ ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθʼ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα χὤττι τάχιστα θύραζʼ ἐξελθεῖν βουλόμεθʼ αὐτόν. εἶτα γνούς πως τοῦθʼ ὑποδεῖται, κᾆτά τις εἶπε τῶν ξυμπινόντων ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις αὐτόν; δʼ ἄχθεται αὐτὸς θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξʼ ἐλεγεῖα· μηδένα μήτʼ ἀέκοντα μένειν κατέρυκε παρʼ ἡμῖν μήθʼ εὕδοντʼ ἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπʼ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα; ἔτι δὲ καὶ ταῦτα προστίθεμεν· μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τʼ ὀλιγίστη.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License