DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
65

οἱ δʼ ἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν. ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵνʼ ἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν· ἦλθε δʼ Ἀθήνη ἱρῶν ἀντήσουσα. καὶ Ποσειδῶν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. καὶ Ζεὺς χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο. κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες. ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ δαίνυνθʼ ἑζόμενοι, οὔτʼ εἰς μέθην πίνειν, ἀλλʼ ἐπεὶ ἔσπεισάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος.
Kaibel Index Scriptorum
EPICHARMVS
HOMERVS

Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Homerus

Epicharmus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License