DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
60

καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βʹ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν γράφων οὕτως· εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν Ῥόδιοι καλοῦσιν, γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθʼ, ἦλθε χελιδὼν καλὰς ὧρας ἄγουσα, καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, ἐπὶ νῶτα μέλαινα. παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυροῦ τε κάνυστρον. καὶ πυρῶν χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερʼ ἀπίωμες λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομεν, τὰν θύραν φέρωμες θοὐπέρθυρον τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες. ἂν δὴ φέρῃς τι, μέγα δή τι φέροιο. ἄνοιγʼ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License