DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
59

ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν. καὶ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τἀπόλλωνος λέκος πυρῶν ἄρτον ἤμαιθον τι τις χρῄζει· δότʼ, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον· φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντʼ ἄμεμπτος κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι· καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δʼ ὅκου πόδες φέρουσιν, ὀφθαλμοὺς ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσʼ ᾄδων καὶ δόντι καὶ μὴ δόντι πλέονα τωνγεω. καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησίν· ἀλλʼ, ὦγαθοί, ἐπορέξαθʼ ὧν μυχὸς πλουτεῖ· δὸς ὦν, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη· νόμος κορώνῃ χεῖρα δοῦν ἐπαιτούσῃ. τοσαῦτʼ ἀείδω· δός τι καὶ καταχρήσει. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων· καὶ τὰ ᾀδόμενα δὲ ὑπʼ αὐτῶν κορωνίσματα καλεῖται, ὡς ἱστορεῖ Ἁγνοκλῆς Ῥόδιος ἐν Κορωνισταῖς.
Kaibel Dialogi Personae
PLVTARCHVS

DAPHNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License