DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
58

ἥδιστος δʼ ἐστὶ καὶ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε· ἀλλʼ ἀγόρασον εὐτελῶς· ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε, δέσποτα. Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, τι ἂν ᾖ, ὁσίας ἕνεκʼ· ἀρκεῖ τευθίδια, σηπίδια· κἂν κάραβός τις λαβεῖν, εἷς ἀρκέσει δύʼ ἐπὶ τὴν τράπεζαν· ἐγχελύδια Θήβηθεν ἐνίοτʼ ἔρχεται· τούτων λαβέ. ἀλεκτρυόνιον, φάττιον, περδίκιον, τοιαῦτα. δασύπους ἄν τις εἰσέλθῃ, φέρε. Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής· πάντως κρέʼ ἡμῖν ἔστι. Β. πότερʼ ἔπεμψέ τις; Α. οὔκ, ἀλλʼ ἔθυσεν γυνή· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν· ἀλλʼ ἀντιβολῶ σʼ, ἐπίταττέ μοι μὴ πόλλʼ ἄγαν μηδʼ ἄγρια λίαν μηδʼ ἐπηργυρωμένα, μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι μετριώτερʼ, δαιμόνιʼ; Α. ὅπως; σύντεμνε καὶ ἐπεξαπάτα με· τοὺς μὲν ἰχθῦς μοι κάλει ἰχθύδιʼ· ὄψον δʼ ἂν λέγῃς ἕτερον, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.
Kaibel Index Scriptorum
EPHIPPVS
MNESIMACHVS

Kaibel Dialogi Personae
DAPHNVS

PLVTARCHVS
Meineke Index Scriptorum
Mnesimachus

Ephippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License