DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
57

ταῦτα καὶ παρʼ ἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς. κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ ἐσπούδακʼ οὐδʼ αὖ συνέτεμον λίαν πάνυ, ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου τοῦ διαλάβοι κραιπάλην Ἑλληνικῶς, ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν ἑνὸς διασκευή. φησὶ γάρ· Α. καὶ μὴν ἑστιάσω τήμερον ὑμᾶς ἐγώ· σὺ δʼ ἀγοράσεις ἡμῖν λαβών, Πίστʼ, ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενε, ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθʼ ἕκαστον λέγε, ἰχθὺν τίνʼ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρὸν ἦλθεν φέρων ποτʼ ἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νὴ Δίʼ ἤρεσεν σφόδρα ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι, τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς ᾖ· τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, φίλτατε; ἀνθρωποφάγους, πῶς; Π. οὓς ἂν ἄνθρωπος φάγοι δῆλον ὅτι· ταῦτα δʼ ἐστὶν Ἑλένης βρώματα, φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί· παππία, βούλει δραμὼν εἰς τὴν ἀγορὰν κἆτʼ ἀγοράσαι μοι; Β. φράζε τί. Α. ἰχθῦς φρονοῦντας, πάτερ· μή μοι βρέφη. Β. οὐκ οἶσθʼ ὁτιὴ τἀργύριόν ἐστʼ ἰσάργυρον;
Kaibel Index Scriptorum
ANTIPHANES
EPHIPPVS

Kaibel Dialogi Personae
DAPHNVS

Meineke Index Scriptorum
Antiphanes

Ephippus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License