DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
56

οἱ δὲ τόποι τῆς θαλάσσης, ὅπου ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ πελάγη μεγάλα καὶ κόλποι θαλάττης εἰσίν, ἐνταῦθα μὲν πάντες οἱ ἰχθύες εἰσὶν ὑγρότεροι καὶ μᾶλλον πίονες ὑπάρχουσι· καὶ ἐσθίεσθαι μέν εἰσιν ἡδίους, πρὸς δὲ τὴν πέψιν καὶ τροφὴν γίνονται χείρους. ἐν δὲ τοῖς αἰγιαλοῖς τοῖς κειμένοις πρὸς τὰ πελάγη καὶ λίαν ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγές εἰσιν οἱ πλείους. περὶ δὲ τὰς ἀγχιβαθεῖς, ἐν αἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ τούτοις εἴ που καὶ πόλεις σύνεγγύς εἰσιν, ἐνταῦθα δʼ ἔστι τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τὴν τροφὴν τοῦ σώματος. δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων εἰσὶν οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἴς τε ποταμοὺς καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην τῶν ἰχθύων ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν τοῖς ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους εἰσὶν οἱ ποτάμιοι· σῆψις γὰρ ὕδατος τὸ λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων δʼ αὐτῶν βέλτιστοί εἰσιν οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν ὄντες οἵ τε πυροῦντες· οὗτοι γὰρ οὐ γίνονται, ἐὰν μὴ ποταμὸς ὀξὺς καὶ ψυχρός, διαφέρουσι δὲ τῶν ποταμίων ἰχθύων εὐπεψίᾳ.
Kaibel Index Scriptorum
MNESITHEVS

Kaibel Dialogi Personae
DAPHNVS

Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License