DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
50

πολλὰ δὲ ἔχων ἔτι λέγειν περὶ ὧν ἐλήρησεν φαρμακοπώλης παύομαι, καίτοι εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτʼ εἰπόντα περὶ αὐτοῦ ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν· εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἐξῆλθεν. οἶδα δὲ ὅτι ταῦτα μόνος Ἐπίκουρος εἴρηκεν κατʼ αὐτοῦ, οὔτε δʼ Εὐβουλίδης, ἀλλʼ οὐδὲ Κηφισόδωρος τοιοῦτόν τι ἐτόλμησεν εἰπεῖν κατὰ τοῦ Σταγειρίτου, καίτοι καὶ συγγράμματα ἐκδόντες κατὰ τἀνδρός. ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δʼ ὑπʼ ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπʼ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφʼ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. κἀγὼ δέ, ἄνδρες συνδαιταλῆς, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι. εἰπόντος οὖν τινος ἔτι παρασκευάζεσθαι τοὺς μαγείρους διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν, ἵνα μὴ ψυχρὰ παρατιθῶσιν (οὐδεὶς γὰρ ἂν φάγοι ψυχρῶν), Κύνουλκος ἔφη· κατὰ τὸν Ἀλέξιδος τοῦ κωμῳδιοποιοῦ Μίλκωνα ἐγώ (φησιν) κἂν μὴ παραθῶσι θερμά. τἀγαθὸν Πλάτων ἁπανταχοῦ φησʼ ἀγαθὸν εἶναι, μανθάνεις; τὸ δʼ ἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε. οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δʼ εὐστόχως ἀποφήνασθαι εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλʼ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δʼ εὔλογον κἂν ἄλλως ἀποβαίνειν. καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα ἵνα μὴ πάντα λαλῶμεν.
Kaibel Dialogi Personae
CYNVLCVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License