DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
47

τοῦ δʼ Ἀριστοτέλους τεθαύμακα, ὃν πολυθρύλητον πεποιήκασιν οἱ σοφοὶ οὗτοι, καλέ μου Δημόκριτε, (καὶ σὺ τῶν λόγων αὐτοῦ πρεσβεύεις ὡς καὶ τῶν ἄλλων φιλοσόφων τε καὶ ῥητόρων τῆς ἀκριβείας) πότε μαθὼν παρὰ τίνος ἀνελθόντος ἐκ τοῦ βυθοῦ Πρωτέως Νηρέως, τί ποιοῦσιν οἱ ἰχθύες πῶς κοιμῶνται πῶς διαιτῶνται. τοιαῦτα γὰρ συνέγραψεν ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν θαύματα μωροῖς. φησὶν γὰρ ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν ἐστι τὸ γένος καὶ ὅτι πορφύρα καὶ κῆρυξ μακρόβια. ζῆν γὰρ τὴν πορφύραν ἔτη ἓξ πόθεν τοῦτο οἶδε· καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίγνεται ἔχιδνα, καὶ ὅτι μέγιστον μέν ἐστιν φάττα, δεύτερον δὲ οἰνάς, ἐλάχιστον δὲ τρυγών. πόθεν δʼ ὅτι μὲν ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶσαι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε. ἱστορεῖ δʼ ὅτι καὶ ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες γεννῶνται καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη, ἐξ ἧς βομβυλιός, ἀφʼ οὗ νεκύδαλλος ὀνομαζόμενος· ἀλλὰ μὴν καὶ τὰς μελίσσας βιοῦν φησι μέχρι ἐτῶν ἕξ, τινὰς δὲ καὶ ἑπτά. οὐκ ὦφθαι δέ φησιν οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα θήλεα. πόθεν δʼ ὅτι οἱ ἄνθρωποι ἥσσονες μελισσῶν· αἰεὶ γὰρ αὗται τὴν ἰσότητα τοῦ βίου τηροῦσιν, οὐ μεταβαλλόμεναι, ἀλλʼ ἀγείρουσαι καὶ ἀδιδάκτως ποιοῦσαι. οἱ δʼ ἄνθρωποι ἥσσονες μελισσῶν καὶ πλήρεις οἰήσεως ὡς ἐκεῖναι μέλιτος· πόθεν δʼ ἐτήρησεν; ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἓξ ἑπτὰ ζήσασα. τίς γὰρ τούτων ἀπόδειξις;
Kaibel Index Scriptorum
ARISTOTELES
INCERTI

Kaibel Dialogi Personae
CYNVLCVS

Meineke Index Scriptorum
Aristoteles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License