DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
45

νικήσας δʼ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας· Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων. ᾄσαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος. εἰπόντος δʼ ὅτι Καρκίνου, πολύ γε μᾶλλον, ἔφη, ἀνθρώπου. ἐν Μαρωνείᾳ δʼ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλʼ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου (ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους) μιαρέ, ἔφη, παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας. πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός. ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφη αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις. ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων ἡμεῖς γε τοῦτο πίνομεν, οὐκ ἄρʼ, ἔφη, πότιμόν ἐστιν. ἐτύγχανον δʼ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέου εἰ δʼ ἐργολάβον, ἔφη, ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς. Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους. πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ψάλλʼ ἐς κόρακας ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ κακόδαιμον ἔφη, νακόδαιμον ἔφη. τοὺς δὲ Ῥοδίους αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δʼ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.
Kaibel Index Scriptorum
TIMOTHEVS

PHAENIAS
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License