DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
44

πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς οὐ θαυμάζω, ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες· ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δʼ Ἡράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δʼ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δʼ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ, αἰσχύνεσθαι ἔφη, μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δʼ ἐν τῷ κύφωνι δεδεμένους δύο ὡς μικροπολιτικόν, ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι. πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντʼ αὐτῷ περὶ ἁρμονίας ἔφη· ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην. ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθʼ ὡς ἦγον καὶ ἠρώτων, κατὰ τὸ καπηλεῖον, ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι Μαρώνεια. τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ἄνω, ἔφη, ὡς οἱ ἐρυγγάνοντες. τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.
Kaibel Index Scriptorum
PROVERBIA

Kaibel Dialogi Personae
CYNVLCVS

Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License