DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
41

οὐκ ἄκαιρον δʼ εἶναι νομίζω εἰπεῖν ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη σὺν τοῖς θεοῖς δώδεκα. εἰς Μύλασα δʼ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη ἀκούετε, νεῴ. Μάχων δʼ αὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα· Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ, παρὰ πλειόνων ἔμπροσθε τοῦτʼ ἀκηκοὼς ὡς σπληνικοὺς εἴωθεν πόλις ποιεῖν. ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ, κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμʼ ἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας αὑτῷ· καταμαθὼν δʼ, ἡνίκʼ ἐξῄει πάλιν, τῆς κοιλίας τὸν σπλῆνʼ ἔχοντα διπλάσιον ... καθήμενος γὰρ ἐνθάδʼ οὗτος φαίνεται τά θʼ ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδʼ ἡτισοῦν τοῖς ἔνδον στενοχωρία. ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυτʼ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος Στρατόνικος, οὐκ ἔχων δʼ ὅτῳ διαλέξεθʼ ἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θʼ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, ταῦτʼ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος Στρατόνικος ἐγένετʼ εὐθέως. προσπυνθανομένων δʼ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν. Στρατόνικος εἰς Ἄβδηρʼ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατʼ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπʼ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτʼ εἶπε· τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω· ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μή ποτʼ ἐπιβὰς κήρυκι τὸν πόδʼ ἀναπαρῶ. αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος Στρατόνικος εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα, φησί, τοῖς θεοῖς. Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ τʼ οὐ χρώμενος. τούτου διακούσας Στρατόνικος εἶφʼ ὅτι ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας. Στρατόνικος κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα. πολλοῦ χρόνου δʼ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα. ὡς δʼ αὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτʼ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν; ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος κιθαρῳδός. εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατʼ οὐδαμοῦ. κᾆθʼ Στρατόνικος πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθʼ βούλει καὶ τί μʼ εἰσβλέπεις ἀεί; διηπόρησα, φησίν, εἰ μήτηρ σε μὲν δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, πόλις δʼ ἔχουσά σʼ ἡμέραν ἀλγεῖ μίαν. Νικοκρέοντος εἰσιοῦσʼ Ἀξιοθέα γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν, συνεὶς Στρατόνικος εἶπεν οὐχ ὅμοιος ψόφος. ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. ἐπιδεικνυμένου πόθʼ, ὡς ἔοικεν, ἐν Ἐφέσῳ ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, παρὼν κατὰ τύχην Στρατόνικος τοῦτʼ ἔφη· ὃς αὐτὸς αὑτὸν οὐ κιθ......... ἄλλους κιθα...................
Kaibel Index Scriptorum
MACHO

CLEARCHVS
Kaibel Dialogi Personae
CYNVLCVS

Meineke Index Scriptorum
Machon

Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License