DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
40

πόθεν δὲ καὶ εἰδέναι δύναται, ἅπερ εἶπεν Στρατόνικος κιθαριστὴς εἰς Πρόπιν τὸν Ῥόδιον κιθαρῳδόν; Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν ὡς Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τίς ἐστιν εἶπεν οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθʼ ὅτι κακός, καὶ πρὸς τούτοις μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. Θεόφραστος δʼ ἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου, ἀλλʼ εἰς Σιμύκαν τὸν ὑποκριτήν, διελόντος τὴν παροιμίαν μέγας οὐδεὶς σαπρὸς ἰχθύς. Ἀριστοτέλης δʼ ἐν τῇ Ναξίων πολιτείᾳ περὶ τῆς παροιμίας οὕτως γράφει· τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ὄνομα ἦν Ληιστάδαι, Τελεσταγόρας ᾤκει, πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τʼ ἄλλοις ἅπασι καὶ τοῖς καθʼ ἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι τοσούτου ἀποδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθὺν εἰπόντος τοῦ ἁλιέως τὰ αὐτὰ λυπηθέντες τῷ πολλάκις ἀκούειν ὑποπιόντες ἐκώμασαν πρὸς αὐτόν. δεξαμένου δὲ τοῦ Τελεσταγόρου φιλοφρόνως αὐτοὺς οἱ νεανίσκοι αὐτόν τε ὕβρισαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφʼ οἷς ἀγανακτήσαντες οἱ Νάξιοι καὶ τὰ ὅπλα ἀναλαβόντες ἐπῆλθον τοῖς νεανίσκοις, καὶ μεγίστη τότε στάσις ἐγένετο προστατοῦντος τῶν Ναξίων Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τύραννος ἀνεφάνη τῆς πατρίδος ....
Kaibel Dialogi Personae
CYNVLCVS

Meineke Index Scriptorum
Aristoteles
Theophrastus

Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License