DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
39

καὶ Κύνουλκος ἀνεβόησε· καὶ τίνʼ ἂν τῶν μεγάλων οὗτος οὐκ ἰχθύων, ἀλλὰ ζητήσεων ἐπὶ νοῦν λάβοι; ὃς τὰς ἀκάνθας ἀεὶ ἐκλέγει ἑψητῶν τε καὶ ἀθερινῶν καὶ εἴ τι τούτων ἀτυχέστερόν ἐστιν ἰχθύδιον, τὰ μεγάλα τεμάχη παραπεμπόμενος. καθάπερ γὰρ ἐν ταῖς γεννικαῖς εὐωχίαις, φησὶν ἐν Ἰξίονι Εὔβουλος, ἀμύλων παρόντων ἐσθίουσʼ ἑκάστοτε ἄνηθα καὶ σέλινα καὶ φλυαρίας καὶ κάρδαμʼ ἐσκευασμένα, οὕτω μοι δοκεῖ καὶ λεβητοχάρων Οὐλπιανός, κατὰ τὸν ἐμὸν Μεγαλοπολίτην Κερκιδᾶν, μηδὲν μὲν ἐσθίειν τῶν ἀνδρὶ προσηκόντων, τηρεῖν δὲ τοὺς ἐσθίοντας εἰ παρεῖδον ἄκανθαν τῶν τραγανῶν τι χονδρῶδες τῶν παρατεθέντων, οὐδʼ ἐπὶ νοῦν βαλλόμενος τὸ τοῦ καλοῦ καὶ λαμπροῦ Αἰσχύλου, ὃς τὰς αὑτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγεν τῶν Ὁμήρου μεγάλων δείπνων. φιλόσοφος δὲ ἦν τῶν πάνυ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος Χαμαιλέων ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.
Kaibel Index Scriptorum
CERCIDAS
CHAMAELEO
EVBVLVS

CLEARCHVS
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License