DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
38

τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρʼ Ἐφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων· τούτῳ δʼ ὁπόταν ναέται χώρας ἰχθύν τινʼ ἕλωσʼ οὐχ ἡμέριον, τῆς περικλύστου δʼ ἁλίας Κρήτης μείζω μεγέθει, λοπάς ἐστʼ αὐτῷ δυνατὴ τούτους χωρεῖν ἑκατόν. καὶ περιοίκους εἶναι ταύτῃ Σινδούς, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δʼ ὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ τὸν μέγαν ἰχθύν· καὶ προσάγοντας, καθʼ ὅσον πόλεως ἕστηκεν ὅρος, τοὺς δʼ ὑποκαίειν. λίμνην δʼ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δʼ ἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δʼ ἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντασκάλμους, περιαγγέλλειν τʼ· οὐχ ὑποκαίεις, Λυκίων πρύτανι; ψυχρὸν τουτί· παύου φυσῶν, Μακεδὼν ἄρχων· σβέννυ, Κέλθʼ, ὡς μὴ προσκαύσῃς. οὐκ ἀγνοῶ δʼ ὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι, ἐν καὶ ταῦτα ἐκείνοις ὑποτέτακται· τοιαῦθʼ ὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γινώσκων ψήφων ἀριθμούς, σεμνὸς σεμνῶς χλανίδʼ ἕλκων. εἰς τίνα δὲ ταῦτʼ ἀποτεινόμενος Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς, καὶ τῶν εἰρημένων τούτων εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων θέλω πάρεστί μοι, κατὰ τὸν Αἰσχύλου Προμηθέα
Kaibel Index Scriptorum
AESCHYLVS
EPHIPPVS

Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Aeschylus
Ephippus
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License