DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
37

καὶ τοσαῦτα μέν, ἔφη Δημόκριτος, καὶ αὐτὸς ὑμῖν προσοψωνήσας οὐκ ὀψοφαγήσων παρῆλθον διὰ τὸν πάντα ἄριστον Οὐλπιανόν, ὃς διὰ τὰ Σύρων πάτρια καὶ ἡμᾶς τῶν ἰχθύων ἀπεστέρησεν ἕτερʼ ἐκ Συρίας παρεισφέρων. καίτοι γε Ἀντίπατρος Ταρσεὺς ἀπὸ τῆς στοᾶς ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν· ὑπʼ ἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι. Μνασέας δʼ ἐν δευτέρῳ περὶ Ἀσίας φησὶν οὕτως· ἐμοὶ μὲν Ἀταργάτις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. καὶ διὰ τόδε νόμιμον ἔτι διαμένειν, ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτούς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς. καὶ μικρὸν προελθὼν πάλιν φησίν· δέ γε Ἀταργάτις, ὥσπερ Ξάνθος λέγει Λυδός, ὑπὸ Μόψου τοῦ Λυδοῦ ἁλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.
Kaibel Dialogi Personae
DEMOCRITVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License