DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
36

εἴρηται δὲ καὶ ὀψοφάγος, ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις· οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν. Κηφισόδωρος Ὑί· οὐδʼ ὀψοφάγος οὐδʼ ἀδολέσχης. Μάχων Ἐπιστολῇ· ὀψοφάγος εἰμί. τοῦτο δʼ ἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον. πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός. ἔπειτʼ ἐπὰν καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά. ἅλας οὐκ ἔχει· προσένεγκʼ. ἔτʼ ἐπιδεῖταί τινος ἑτέρου· πάλιν γεύου σύ, μέχρι ἂν ἡδὺς ᾖ, ὥσπερ λύραν ἐπίτεινʼ, ἕως ἂν ἁρμόσῃ. εἶθʼ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ, εἴσαγε διὰ πασῶν νικολαίδας μυκόνιος. πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρʼ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα. μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ (Κλεάνθους δʼ ἐστὶ τοῦ Κορινθίου), ἐν Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου
Kaibel Dialogi Personae
DEMOCRITVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License