DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
35

Ἀριστόδημος δʼ ἐν τοῖς γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαι ἱερόσυλος θάνατος. Κίνδων δὲ ὀψοφάγος καὶ Δημύλος (ὀψοφάγος δὲ καὶ οὗτος) γλαύκου παρατεθέντος, ἄλλου δʼ οὐδενός, μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο φωνῶν ἄφες καὶ ἀφήσω. ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν μόνος καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων δʼ Κιτιεὺς τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψαφάγον συνέζη ἐπὶ πλείονα χρόνον, καθά φησιν Ἀντίγονος Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ, μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δʼ οὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. τοῦ δʼ ἐμβλέψαντος αὐτῷ, τί οὖν, ἔφη, τοὺς συζῶντάς σοι οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν ὀψοφαγίαν; Ἴστρος δέ φησι Χοιρίλον τὸν ποιητὴν παρʼ Ἀρχελάου τέσσαρας μνᾶς ἐφʼ ἡμέρᾳ λαμβάνοντα ταύτας καταναλίσκειν εἰς ὀψοφαγίαν, γενόμενον ὀψοφάγον οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν· φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενον εὑρεῖν· καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν. οἶδα δὲ καὶ τοὺς περὶ Μόσσυνον τῆς Θρᾴκης βοῦς, οἳ ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης δὲ τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δʼ ἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Antigonus
Clearchus

Aristodemus
Hedylus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License