DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
34

Ἡδύλος δʼ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μέν τινος ἐν τούτοις μέμνηται· Φαίδων δὲ ... φύσκιʼ ἐνείκαι χορδάς θʼ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δʼ ἐν τούτοις· ἑφθὸς κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις τῶν λοπάδων· γίνεθʼ ὕδωρ καὶ πῦρ καὶ βούλεται, ἀλλʼ ἀπόκλειε ... ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδʼ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν· ὀψοφάγει Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν γόγγρος ἅπας. θὲς μόνον ζώνην ἐνώτιον τι τοιοῦτον σύσσημον. τὸ δʼ ὁρᾶν μὴ μόνον οὐ λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δʼ οἱ μέλεοι λοπάδι.
Kaibel Index Scriptorum
HEDYLVS

ARISTODEMVS
CRATINVS
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Hedylus

Aristodemus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License