Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησίν· εἰ δʼ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτʼ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄρʼ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον ἑκόντα. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν. ὅτι δὲ οὗτός ἐστιν ὁ ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις Μυννίσκος ὁ τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως· ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι. θʼ οὔθʼ ὡς φίλος Μυννίσκος ἔσθʼ ὁ Χαλκιδεύς. Β. καλῶς λέγεις. καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δʼ ἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ· Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν, ἐπιφέρει· νῦν δʼ αὖθις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κᾂν μάχοιτο
|