DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
31

Δημοσθένης δʼ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ Διοκλῆς δὲ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος λάβραξ, μὲν ἑφθός, ἔφη, δὲ ὀπτός. ὀψοφάγος δʼ ἦν καὶ Λεοντεὺς Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο· μή με Λεοντῆος τραγικοῦ κεναρηφαγον ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. ἤμην γάρ ποτʼ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τινʼ ὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License