DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
30

τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δʼ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ, Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, ... γράφει δὲ οὕτως Δελφός· Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ὁρᾷς οὖν, εἶπεν, Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. Ἀντιφάνης δʼ ἐν Αὐλητρίδι Διδύμαις Φοινικίδην τινὰ ἐπʼ ὀψοφαγίᾳ κωμῳδῶν φησιν· μὲν Μενέλαος ἐπολέμησʼ ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ διʼ ἔγχελυν.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License