DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
29

Ἀντιφάνης δʼ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις· Εὔθυνος δʼ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδʼ τι· Φοινικίδης δὲ Ταυρέας θʼ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, ὡς οὐ βιωτόν ἐστιν οὐδʼ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν .... εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν. γάμοι δʼ ἐκεῖνοι καὶ πότοι νεανικοὶ ἦσαν ..... Εὔφρων δὲ ἐν Μούσαις· Φοινικίδης δʼ ὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετʼ ὀργῇ χεῖρας ἠρεθισμένας· τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος Φυρόμαχος Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχʼ ἂν οὐδὲν μεταλάβοι.
Kaibel Index Scriptorum
ANTIPHANES
EVPHRO

Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Euphron

Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License