DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
27

καὶ Ὑπερείδης δὲ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως· Α. Δημοσθένης τάλαντα πεντήκοντʼ ἔχει. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. Β. ἀνόητος διδούς, εὐτυχὴς δʼ λαμβάνων. Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. Α. τʼ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ· ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους. καὶ ἐν Ἰκαρίοις δὲ αὐτὸς ποιητής φησι· τόν τʼ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι πρὸς παν .......... δυσας ἔχει, μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. Φιλέταιρος δʼ ἐν Ἀσκληπιῷ τὸν Ὑπερείδην πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ· ἄλλον δʼ ἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας Γλαῦκός τις ἐν πόντῳ γʼ ἁλούς, σῖτον ὀψοφάγων. καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατʼ ὤμων. τίνα τῷδʼ ἐνέπω τὴν σκευασίαν; πότερον χλωρῷ τρίμματι βρέξας τῆς ἀγρίας ἅλμης πάσμασι σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις, ὡς ἐν ἅλμῃ θερμῇ τοῦτο φάγοι γʼ ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δʼ ὄνειδος ἴδιον, Καλλία. σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχιʼ ἀγάλλῃ, τοῦ δʼ ἐν ἅλμῃ παρεόντος οὐ γεύῃ χαρίεντος ὄψου, τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι νῦν τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License