DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
26

περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων κωμῳδιοποιὸς τάδε γράφει· ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτʼ αὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. ἁλόντα δʼ ὑπὸ δυσπεψίας κακῶς σφόδρα σχεῖν· εἶτα δʼ ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν· εἴ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης κἀκεῖνος εἶπε· τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους· οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις .... Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθʼ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλʼ ἐπεὶ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδʼ ἀναβοᾷ, καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵνʼ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε. κἀν ἄλλῳ δὲ μέρει φησί· Φιλόξενός ποθʼ, ὡς λέγουσʼ, Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθʼ ἅμα μοι τὰ βρώμαθʼ ἡδονὴν ποῇ. καὶ Διογένης δὲ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. περὶ δὲ τοῦ Φιλοξένου καὶ παρῳδὸς Σώπατρος λέγων φησί· δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.
Kaibel Index Scriptorum
MACHO

POLEMO
SOPATER
TIMOCLES
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License