DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
23

Πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησίν· Ἄνυτος παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη. καὶ πάλιν· Πυθιονίκη δʼ ἀσμένως σε δέξεται καὶ σοῦ κατέδεται τυχὸν ἴσως νῦν ἔχεις λαβὼν παρʼ ἡμῶν δῶρʼ· ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν καὶ ταῦτʼ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί. πρὸ τούτων δʼ ἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.
Kaibel Index Scriptorum
TIMOCLES

Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Timocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License