DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
22

πιθανώτατα ἐν τούτοις Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς καὶ κιθαριστὰς ὡραίους. φησὶ γὰρ καὶ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε· Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὑτὸν κιθαρῳδοὺς κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλʼ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν. καὶ Τιμοκλῆς δʼ ἐν Σαπφοῖ φησιν· Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. Ἄλεξις δʼ ἐν Ἀγωνίδι Ἱππίσκῳ· μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμʼ ἐγώ.
Kaibel Index Scriptorum
AESCHINES
ALEXIS
TIMOCLES

ANTIPHANES
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Alexis
Timocles

Aeschines
Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License