DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
21

Ἄλεξις δʼ ἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις· πρότερον μὲν εἰ πνεύσειε βορρᾶς νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν· ὥστε γίγνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν μάχη. Ἀντιφάνης δʼ ἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί· τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ, ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σε Δωριάς, ἀλλʼ οὐ σηπίας εἰληφέναι. τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας ἀπόδος· παχύς γε νὴ Δίʼ. Ζεῦ, τίς ποτε, Καλλιμέδων, σὲ κατέδετʼ ἄρτι τῶν φίλων; οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς. ὑμᾶς δʼ ἔταξα δεῦρο πρὸς τὰ δεξιά, τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους· κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας ἔχοντʼ ἀκάνθας τουτονὶ τίς λήψεται πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί, ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει. ἀνδρῶν δʼ ἄριστον Κωβιὸν πηδῶντʼ ἔτι πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· ἁδρὸς γάρ ἐστιν. ἀλλʼ ὅμως οὐ γεύσεται· ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα χωρὶς Θεανοῖ δεῦρʼ ἔθηκʼ ἀντιρρόπους.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Antiphanes

Aeschines
Alexis
Epicharmus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License