DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
20

οἶδα δὲ καὶ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν· ὡσαύτως οὖν καὶ ἔστιν ἰδεῖν τοῦτʼ εἶναι ὀπτόν· ὥστʼ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ ὤμοσεν μήτʼ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτʼ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτʼ αὐτὸς ἔλαβεν οὔτʼ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ· Ζεύς μʼ ἐκάλεσε, Πέλοπί γʼ ἔρανον ἑστιῶν. Β. παμπόνηρον ὄψον, ʼτάν, γέρανος. Α. ἀλλʼ οὔτι γέρανον, ἀλλʼ ἔρανόν γά τοι λέγω.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License