DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
2

πολλῶν δὲ λεχθέντων ἐπὶ τοῖς ἰχθύσι λόγων δῆλος μὲν ἦν ἀχθόμενος Κύνουλκος. καὶ καλὸς Δημόκριτος αὐτὸν προφθάσας ἔφη· ἀλλὰ μήν, ἄνδρες ἰχθύες κατὰ τὸν Ἄρχιππον, παρελίπετε (δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι) τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου δʼ αὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνα τῷ κρυστάλλῳ ἱστόρησεν, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται, πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. ἴδιον δὲ παρὰ τούτους συμβαίνει τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς καλουμένους ἰχθῦς γινόμενον· ὀρύττεσθαι γὰρ κατὰ βάθους πλέονος τοὺς τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας οὔτε φανερῶν ναμάτων, καὶ εὑρίσκεσθαι ἐν αὐτοῖς ἰχθῦς ζῶντας.
Kaibel Dialogi Personae
CYNVLCVS
DEMOCRITVS
Meineke Index Scriptorum
Archippus
Philostephanus
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License