DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
18

πόθεν δὲ ὑμῖν, σοφώτατοι, ἐπῆλθε καὶ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων κωμῳδιοποιὸς οὕτως· κρουματοποιὸς Δωρίων ποτʼ εἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί, πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τʼ ἐκεῖ θύοντα τὸν νεωκόρον, πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν νεώς, βέλτιστε, φησίν, οὑτοσί; δʼ εἶπεν αὐτῷ Ζηνοποσειδῶνος, ξένε. Δωρίων δὲ πῶς ἂν οὖν ἐνταῦθʼ, ἔφη, δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; Λυγκεὺς δʼ Σάμιος, Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν· Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι. ἐπαινοῦντος δʼ ἄλλου τὰ τῶν θύννων ὑπογάστρια καὶ μάλα, ἔφη· δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ ἐσθίω. εἰπόντος δὲ πῶς; ἡδέως ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ Νικοκρέων ἔφη· ἐὰν βούλῃ, αὐτὸς τεχνίτης ποιήσει σοι ἕτερον. σοί γε, ἔφη, ἐμοὶ δὲ τοῦτο δός, οὐκ ἀνοήτως γε τοῦτο φήσας αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, ἀλλʼ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License