Book 8
Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε· ἢ κρῆ χελώνης δεῖ φαγεῖν ἢ μὴ φαγεῖν. ἄλλοι δʼ οὕτως λέγουσιν· ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.
|