DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
16

κρεῖττον δʼ ἂν εἶχε, φησὶν Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι· φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλʼ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. παγκάλως δὲ καὶ Τίμων ἔφη· πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.
Kaibel Index Scriptorum
ALEXIS
CHRYSIPPVS
CLEARCHVS
TIMO
Kaibel Dialogi Personae
DEMOCRITVS
Meineke Index Scriptorum
Chrysippus
Terpsion
Timon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License