DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
15

Ἄλεξις δʼ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων· (ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλʼ οὐδʼ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλʼ οὐδʼ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι) δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα· τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, Σίκων, Σίκων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη· γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενὰ ψοφοῦντες ἀντʼ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δʼ ὅσʼ ἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Aristophanes
Callimachus

Alexis
Sotion

Alignment

 

Digital Athenaeus Project     Creative Commons License