DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
14

ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον. τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη, ἐφʼ οὗ τοῦ τάφου ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας· κεῖνʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπνʼ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε σοφὴ βιότοιο παραίνεσις, οὐδέ ποτʼ αὐτῆς λήσομαι· ἐκτήσθω δʼ θέλων τὸν ἀπείρονα χρυσόν. καὶ ἐπὶ τῶν Φαιάκων δὲ ποιητὴς ἔφη· αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τʼ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί. καὶ ἄλλος δέ τίς φησι τῷ Σαρδαναπάλλῳ παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε· πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντʼ ἐπαυρέσθαι χρεών. καὶ Ἄμφις δʼ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ φησί· ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δʼ ἄλλʼ ἐᾷ, μάταιός ἐστιν ἔν γʼ ἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής. καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει· πῖνε, παῖζε· θνητὸς βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· θάνατος δʼ ἀθάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει· πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν· κἠγὼ γὰρ ἕστακʼ ἀντὶ Βακχίδα λίθος.
Kaibel Dialogi Personae
DEMOCRITVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License