καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες· ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμῖν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας ὁ Μεγαρικὸς φιλόσοφος οὐδʼ Ἰχθύων· ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι διʼ ὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους· μηδέποτʼ ἰχθύν, ὦ Δευκαλίων, μηδʼ ἢν αἰτῶ παραθῇς μοι. καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν βʹ Δηλιάδος ὅταν θύωσι τῇ Βριζοῖ — αὕτη δʼ ἐστὶν ἡ ἐνυπνιόμαντις· βρίζειν δʼ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν· ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν — ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.
|