DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
10

οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες, καὶ ὅτι τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν Στασῖνος ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων· τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι· τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπʼ ἀνάγκης. φεῦγε γὰρ οὐδʼ ἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δʼ ἐδίωκε· λαβεῖν δʼ ἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν, ἄλλοτʼ ἀνʼ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτʼ ἀνʼ ἤπειρον πολυβώλακα. γίγνετο δʼ αἰεὶ θηρίʼ ὅσʼ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.
Kaibel Dialogi Personae
DEMOCRITVS

Meineke Index Scriptorum
Cypria

Empedocles
Stasinus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License