DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 8

Paragraph
1

Τὴν κατὰ τὴν Λυσιτανίαν (χώρα δʼ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι) διηγούμενος εὐδαιμονίαν Πολύβιος Μεγαλοπολίτης, ἀνδρῶν ἄριστε Τιμόκρατες, ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ. καὶ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν· τοῦ δʼ οἴνου δραχμῆς μετρητὴς καὶ ἔριφος μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δʼ ἀρνῶν τριώβολον καὶ τετρώβολον τιμή, ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν, τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλʼ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων. ἡμῖν δὲ καλὸς Λαρήνσιος τὴν Ῥώμην Λυσιτανίαν ἑκάστοτε παρέχων ἐμπίπλησι παντοίων ἀγαθῶν ὁσημέραι, μετὰ τοῦ ἡδέος καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερομένοις οἴκοθεν λογάρια.
Kaibel Index Scriptorum
POLYBIVS

ARCHIPPVS
THEOPHRASTVS
Kaibel Dialogi Personae
TIMOCRATI

CYNVLCVS
DEMOCRITVS
Meineke Index Scriptorum
Polybius

Archippus
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License